Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
  2. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  3. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  4. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  5. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  6. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,