Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  2. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  3. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  4. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  5. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  6. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
  7. γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
  8. ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,