Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  2. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  3. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  4. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  5. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  6. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  7. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  8. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  9. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  10. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  11. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  12. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  13. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  14. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  15. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  16. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  17. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  18. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  19. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  20. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  21. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  22. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  23. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  24. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  25. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  26. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  27. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  28. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  29. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  30. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  31. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  32. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  33. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ