Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  2. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  3. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  4. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  5. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  6. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  7. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  8. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  9. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.