Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  2. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  3. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  4. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  5. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
  6. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  7. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
  8. ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
  9. δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
  10. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  11. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο