Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  2. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  3. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  4. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  5. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  6. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
  7. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  8. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
  9. ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
  10. δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
  11. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  12. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  13. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  14. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  15. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  16. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  17. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  18. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,