Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  2. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  3. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  4. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  5. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  6. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  7. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  8. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·