Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  2. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  3. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  4. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  5. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  6. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  7. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.