Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
  2. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  3. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  4. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  5. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  6. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  7. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  8. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.