Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  2. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
  3. ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
  4. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
  5. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  6. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  7. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  8. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  9. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  10. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι