Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  2. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  3. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  4. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  5. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  6. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.