Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  2. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  3. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  4. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  5. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  6. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  7. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  8. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  9. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  10. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  11. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  12. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  13. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  14. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ