Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  2. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  3. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  4. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  5. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  6. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  7. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  8. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  9. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  10. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  11. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  12. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  13. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  14. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,