Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  2. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
  3. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  4. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  5. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  6. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.