Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
  2. τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
  3. ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
  4. ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
  5. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  6. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.