Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  2. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  3. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  4. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
  5. Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  6. μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
  7. κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  8. Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
  9. ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
  10. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
  11. παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
  12. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  13. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  14. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι