Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  3. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  4. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  5. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  6. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  7. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  8. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  9. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  10. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  11. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω