Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  • οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  • κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  • τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  • καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  • κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·