Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  2. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  3. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  4. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  5. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  6. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  7. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  8. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  9. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  10. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  11. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  12. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  13. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  14. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  15. ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
  16. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  18. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  19. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  20. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  21. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  22. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  23. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  24. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  25. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  26. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  27. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
  28. Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  29. μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
  30. κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  31. Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
  32. ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
  33. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
  34. παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
  35. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  36. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  37. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
  38. παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
  39. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
  40. γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
  41. πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
  42. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
  43. τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
  44. ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
  45. ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
  46. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  47. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
  48. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  49. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  50. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  51. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  52. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  53. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  54. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  55. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  56. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  57. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  58. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  59. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  60. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  61. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  62. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  63. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  64. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  65. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  66. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
  67. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  68. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
  69. οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
  70. ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
  71. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  72. ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
  73. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·