πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιογῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκεςξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνωνοὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείηςκαὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸςκήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.