Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  2. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  3. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  4. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  5. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·