Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  2. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  3. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  4. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  5. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  6. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  7. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,