Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  2. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  3. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  4. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  5. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  6. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  7. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  8. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  9. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  10. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  11. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  12. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς