Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  2. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  3. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  4. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  5. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  6. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  9. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  10. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  11. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  12. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  13. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  14. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  15. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  16. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  17. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,