Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  2. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  3. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  4. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  5. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  6. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  7. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  8. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,