Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  • δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  • ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  • τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  • ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  • ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  • τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  • πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.