Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  2. εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  3. δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  4. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  5. τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  6. ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  7. ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  8. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  9. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  10. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  11. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  12. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  13. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  14. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  15. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·