Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  • δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  • ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  • ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
  • ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
  • ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
  • τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
  • ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
  • πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
  • ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  • εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  • δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  • ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  • τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω