Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  2. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  3. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  4. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  5. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  6. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  7. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  8. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  9. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  10. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  11. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  14. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.