Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  2. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  3. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  4. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  5. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  6. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  7. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  8. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  9. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  10. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  12. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  13. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.