Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
  2. ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  3. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  4. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  5. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  6. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  7. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  8. καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  9. ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  10. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  11. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  12. ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  13. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  14. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  15. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  16. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  17. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  18. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  19. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  20. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  21. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  22. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  23. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  24. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  25. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  26. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
  27. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
  28. τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
  29. οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
  30. ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
  31. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  32. δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  33. ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  34. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
  35. ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
  36. ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
  37. τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
  38. ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
  39. πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
  40. ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  41. εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  42. δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  43. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  44. τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  45. ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  46. ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  47. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  48. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  49. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  50. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  51. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  52. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  53. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  54. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  55. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  56. ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
  57. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  58. γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  59. τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  60. εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  61. ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  62. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  63. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  64. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  65. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  66. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  67. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  68. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  69. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  70. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  71. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  72. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  73. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  74. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  75. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  76. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  77. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  78. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  79. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  80. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  81. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  82. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  83. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  84. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  85. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  86. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  87. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  88. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  89. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  90. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  91. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  92. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  93. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  94. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  95. ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
  96. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  97. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  98. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  99. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  100. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  101. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  102. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  103. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  104. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  105. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  106. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  107. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι