οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺςἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπωνοἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖανἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδηἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·