Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  2. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  3. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  4. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  5. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  6. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  7. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  8. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  9. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  10. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  11. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  12. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  13. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  16. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  17. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  18. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  19. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  20. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  21. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  22. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  23. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  24. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  25. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  26. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  27. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  28. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  29. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  30. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  31. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  32. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  33. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  34. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  35. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  36. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  37. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  38. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  39. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  40. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  41. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  42. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  43. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  44. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;