Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  • νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  • ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  • ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  • ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  • αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
  • ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
  • Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
  • Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
  • οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
  • τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
  • Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,