Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  2. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  3. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  4. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  6. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  7. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  8. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  9. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  10. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  11. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  12. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  13. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  14. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  15. ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  16. αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους