Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  2. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  4. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  5. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  6. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  7. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  8. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  9. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  10. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  11. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  12. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  13. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  14. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  15. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  16. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  17. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  18. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  19. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  20. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  21. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  22. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  23. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει