Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  2. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  3. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  4. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  5. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  6. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  7. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  8. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  9. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  10. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  11. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  12. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  13. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  14. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  15. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  16. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  17. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  18. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  19. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  20. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  21. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  22. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  23. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  24. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  25. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  26. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  27. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  28. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  29. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  30. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  31. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  32. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.