Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  • τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  • ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  • ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  • ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  • ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  • καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  • καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  • αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  • καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  • εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  • γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,