Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  2. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  3. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  4. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  5. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  6. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  7. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  8. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  9. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  10. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  11. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  12. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  13. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  14. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  15. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  16. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  17. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  18. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  19. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  20. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  21. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  22. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  23. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  24. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  25. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  26. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  27. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  28. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  29. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  30. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  31. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  32. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  33. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  34. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  35. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  36. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  37. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  38. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  39. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  40. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  41. ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  42. αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
  43. ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
  44. Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
  45. Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
  46. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
  47. τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
  48. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  49. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  50. καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
  51. οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
  52. ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
  53. χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
  54. ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
  55. οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
  56. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
  57. ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  58. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  59. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  60. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  61. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  62. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  63. καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  64. ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  65. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  66. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  67. ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  68. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  69. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  70. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  71. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  72. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  73. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  74. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  75. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  76. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  77. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  78. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  79. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  80. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  81. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
  82. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
  83. τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
  84. οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
  85. ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
  86. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  87. δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  88. ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  89. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
  90. ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
  91. ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
  92. τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
  93. ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
  94. πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
  95. ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  96. εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  97. δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  98. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  99. τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  100. ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  101. ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  102. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  103. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  104. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  105. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  106. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  107. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  108. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  109. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  110. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  111. ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
  112. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  113. γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  114. τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  115. εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  116. ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  117. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  118. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  119. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  120. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  121. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  122. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  123. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  124. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  125. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  126. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  127. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  128. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  129. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  130. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  131. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  132. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  133. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  134. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  135. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  136. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  137. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  138. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  139. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  140. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  141. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  142. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  143. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  144. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  145. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  146. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  147. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  148. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  149. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  150. ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
  151. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  152. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  153. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  154. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  155. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  156. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  157. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  158. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  159. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  160. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  161. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  162. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
  163. Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  164. μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
  165. κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  166. Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
  167. ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
  168. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
  169. παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
  170. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  171. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  172. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
  173. παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
  174. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
  175. γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
  176. πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
  177. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
  178. τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
  179. ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
  180. ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
  181. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  182. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
  183. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  184. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  185. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  186. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  187. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  188. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  189. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  190. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  191. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  192. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  193. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  194. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  195. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  196. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  197. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  198. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  199. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  200. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  201. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
  202. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  203. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
  204. οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
  205. ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
  206. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  207. ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
  208. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
  209. τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
  210. οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  211. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
  212. ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
  213. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
  214. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  215. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  216. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  217. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  218. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  219. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  220. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  221. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  222. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
  223. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  224. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
  225. ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
  226. δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
  227. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  228. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  229. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  230. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  231. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  232. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  233. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  234. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  235. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  236. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
  237. γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
  238. ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
  239. ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
  240. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
  241. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  242. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
  243. ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
  244. πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
  245. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
  246. πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
  247. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
  248. τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
  249. χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
  250. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  251. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  252. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  253. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  254. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  255. σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
  256. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  257. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  258. οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
  259. δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
  260. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  261. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  262. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  263. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  264. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  265. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  266. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  267. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  268. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  269. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  270. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  271. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  272. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  273. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
  274. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
  275. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  276. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  277. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  278. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  279. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  280. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  281. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  282. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  283. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  284. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  285. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  286. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  287. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  288. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  289. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  290. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  291. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  292. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  293. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  294. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  295. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  296. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  297. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  298. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  299. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  300. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  301. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  302. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  303. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  304. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  305. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  306. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  307. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  308. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  309. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
  310. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  311. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  312. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  313. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  314. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  315. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  316. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  317. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  318. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  319. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  320. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  321. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  322. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  323. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  324. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  325. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  326. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  327. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  328. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  329. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  330. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  331. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  332. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  333. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  334. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  335. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  336. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  337. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  338. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  339. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  340. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  341. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  342. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  343. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  344. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  345. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  346. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  347. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  348. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  349. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  350. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  351. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  352. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  353. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  354. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  355. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  356. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  357. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  358. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  359. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  360. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ