Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  2. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  3. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  4. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  5. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  6. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  7. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  8. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  9. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  10. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  11. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  12. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  13. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  14. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  15. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  16. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  17. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  18. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  19. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  20. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  21. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  22. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  23. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  24. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  25. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  26. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  27. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  28. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  29. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  30. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  31. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  32. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  33. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  34. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  35. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  36. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  37. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  38. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  39. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  40. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  41. ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  42. αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
  43. ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
  44. Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
  45. Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
  46. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
  47. τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
  48. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  49. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  50. καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
  51. οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
  52. ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
  53. χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
  54. ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
  55. οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
  56. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·