Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  2. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  3. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  4. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  5. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  6. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  7. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  8. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  9. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  10. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  11. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  12. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  13. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  14. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  15. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  16. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  17. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  18. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  19. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  20. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  21. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  22. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  23. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  24. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  25. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  26. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  27. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  28. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  29. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  30. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  31. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  32. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·