εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτοαὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.