Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  2. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  5. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  6. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  7. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  8. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  9. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  10. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  11. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  12. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,