Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  2. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  3. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  4. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  5. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  7. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  8. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  9. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.