Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  2. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  3. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  4. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  5. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  6. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  7. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  8. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  9. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  10. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  11. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  12. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  14. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  15. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  16. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  17. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  18. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  19. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  20. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  21. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  22. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  23. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.