Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  2. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  3. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  4. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  5. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  6. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  7. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  8. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  9. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  10. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  11. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  12. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·