Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  2. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  3. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  4. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  5. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  6. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  7. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  8. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  9. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  10. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  11. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  12. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,