Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  2. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  3. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  4. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  5. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  6. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  7. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  8. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  9. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  10. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  11. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  12. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  13. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  14. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  15. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  16. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  17. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  18. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  19. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  20. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  21. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  22. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  23. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  24. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  25. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  26. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  27. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  28. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  29. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  30. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  31. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  32. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  33. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  34. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  35. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  36. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  37. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  38. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  39. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  40. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  41. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  42. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  43. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  44. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  45. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  46. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  47. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  48. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  49. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  50. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  51. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  52. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  53. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  54. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  55. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  56. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  57. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  58. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  59. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  60. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  61. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  62. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  63. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  64. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  65. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  66. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  67. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  68. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  69. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  70. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  71. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  72. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  73. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα