Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  2. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  3. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  4. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  5. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  6. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  7. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  8. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  9. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  10. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  11. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  12. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·