Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  • δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  • καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  • ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  • εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  • εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.